Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν ἐκκλησιῶν ἐκ τῶν ἱερέων, κοινωνησάντων τῇ αἱρέσει, καὶ κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ εἰσιέναι εἰς αὐτὰς χάριν εὐχῆς καὶ ψαλμῳδίας.
Ἀπόκρισις. Οὐ χρὴ τὸ καθόλου εἰς τοιαύτας ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρημένους τρόπους, ἐπειδὴ γέγραπται· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἅμα γὰρ τῷ εἰσαχθῆναι τὴν αἵρεσιν, ἀπέστη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου, καὶ κοινὸς οἶκος ὁ τοιοῦτος χρηματίζει ναός, καί· Οὐ μὴ εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων, καὶ ὁ ἀπόστολος· Τίς συγκατάθεσις ναοῦ Θεοῦ μετὰ εἰδώλων;


