Ιερομάρτυς Ευθύμιος Ρόδου

Ὁ ἔνδοξος Ἱερομάρτυς Εὐθύμιος ἐξελέγη Μητροπολίτης Ρόδου, ὅταν οἱ ὀθωμανοὶ κατέλαβαν τὸ νησί, τὸ ἔτος 1523 καὶ ἐποίμανε θεάρεστα τὸ Ὀρθόδοξο ποίμνιο στοὺς χαλεποὺς ἐκείνους χρόνους. Τὸ 1529 συνελήφθη ὡς πρωταίτιος συνωμοσίας ἐναντίον τῶν τούρκων καὶ ἀνασκολοπίστηκε μαζὶ μὲ ἄλλους Κληρικοὺς καὶ κοινοτικοὺς παράγοντες τῆς Ῥόδου.
Ὁ Μητροπολίτης Εὐθύμιος τιμήθηκε ἀπὸ τοὺς Χριστιανοὺς ὡς Μάρτυς ἀμέσως μετὰ τὸ μαρτυρικὸ τέλος του. Ὁ Λατῖνος Μισιονάριος Πέτρος Φαγγόνης, γενικὸς βικάριος τοῦ Λατίνου Ἀρχιεπισκόπου Alfonso Gonzaga, ἀναφέρει σὲ ἔκθεσή του πρὸς τὴ Ρωμαϊκὴ Προπαγάνδα ὅτι ὁ τάφος τοῦ μακαρίου Εὐθυμίου εἶχε ἀναδειχθεῖ ὡς κατ᾿ ἐξοχὴν προσκυνηματικὸς χῶρος τῶν Ροδίων καὶ ὅτι σ᾿ αὐτὸν πήγαιναν καὶ κάθονταν ὅσοι ἔπασχαν ἀπὸ τεταρταῖο πυρετό «ἐλονοσία» μὲ τὸ συνακόλουθο ρῖγος καὶ θεραπεύονταν.
Ἡ Μνήμη του Ἑορτάζεται στίς 9 Αὐγούστου.
Οὗτος ὁ μακάριος Εὐθύμιος θείᾳ ψήφῳ ἐγένετο Ἀρχιερεὺς καὶ ἐξελέγη ποιμὴν τῆς κατὰ Ῥόδον ἁγίας Ἐκκλησίας εἰς διαδοχὴν Κλήμεντος, τῶν ἀναχωρήσαντος μετὰ τῶν Ἱπποτῶν καὶ καταφυγόντος εἰς Μάλταν, ὅτε ἡ Ῥόδος κατελήφθη ὑπὸ τῶν Ὀθωμανῶν τῇ α’. Ἰανουαρίου τοῦ ἔτους αφκγ΄ (1523). Ἦν δὲ θεοφιλῶς καὶ θεαρέστως ποιμαίνων καὶ ἰθύνων τὴν λαχοῦσαν αὐτῷ ποίμνην ἄχρι τοῦ ἔτους αφκθ΄ (1529), ὅτε συλληφθείς, ὡς στασιάζων κατὰ τῶν κρατούντων Ἀγαρηνῶν, καὶ ἀπηνῶς βασανισθείς, ἐν τέλει ὑπέστη τὸν δι᾿ ἀνασκολοπισμοῦ ἐπώδυνον θάνατον καὶ συνηριθμήθη τοῖς ἀπ᾿ αἰῶνος Ἱεράρχαις καὶ Μάρτυσιν, ἐξαιρέτως ὑπὸ τοῦ λαοῦ τιμηθεὶς καὶ θαυματουργὸς ἀναδειχθείς, ὡς ἐν ταῖς διηγήσεσι τῶν κατὰ τοὺς μετέπειτα χρόνους ἐκ Ῥόδου διελθόντων περιηγητῶν καταγράφεται· ἦν γὰρ ὁ τάφος, ἔνθα ἔκειτο τὸ τοῦ μακαρίου λείψανον, κοινὸν τῶν Ῥοδίων προσκύνημα καὶ ἐκεῖ προσέτρεχον οἱ ἐξ ἐλονοσίας πάσχοντες καὶ ἐλάμβανον τὴν ἴασιν.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρων ἤθλησας, ὑπὲρ τῆς ποίμνης, καὶ κατῄσχυνας, τῶν ἀλλοφύλων, τὸ ὑψάχευνον θράσος Εὐθύμιε· σὺ γὰρ θερμῶς ἀγαπήσας τὸν Κύριον, αὐτοῦ ἐπέβης προθύμως τοῖς ἴχνεσιν. Ὅθεν πρέσβευε, αὐτῷ ἐκτενῶς πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ω῾ς Ἱεράρχην τοῦ Χριστοῦ πανιερώτατον,
καὶ Ἀθλοφόρων μιμητὴν ἀκαταγώνιστον,
εὐφημοῦμέν σε ἐν ᾄσμασι γηθοσύνως.
Ἀλλ᾿ ὡς δόξης κοινωνήσας τοῦ Κυρίου σου,
ταῖς πρεσβείαις σου προστάτης ἔσο πάντοτε,
τῶν βοώντων σοι· Χαίροις Πάτερ Εὐθύμιε.
Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Ῥόδου καλὸς ποιμήν· χαίροις εὐσεβείας, ὑποφήτης ὁ θαυμαστός· χαίροις ἀσεβείας, τυράννων καθαιρέτης, καὶ τῶν πιστῶν προστάτης, Πάτερ Εὐθύμιε.


