Ἐκ ποίας δυνάμεως και ἐνεργείας οἱ ἐνάντια φρονοῦντες και πράττοντες, προφητεύουσι πολλάκις και θαυματουργοῦσι;

Published by

on

τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου,

Ἐπισκόπου θεουπόλεως Ἀντιοχείας

Αιρετικὸς δὲ ποιῶν σημεία, ἢ προφητεύων, δῆλός ἐστίν, ὅτι ὑπὸ δαιμόνων ἐμπαίζεται, καίτοι νομίζει ἐκ Θεοῦ ἐνεργεῖσθαι αὐτῷ τὰ τοιαῦτα. Οὐδὲν δὲ προγινώσκουσι τῶν ἐσομένων, ἢ ἀπορρήτων οἱ δαίμονες, ἀλλὰ μόνος ὁ Κύριος, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καθὼς καὶ διὰ τοῦ Προφήτου λέγει. Οὐκ ἔστιν ἀναγγέλλων τὰ ἐπερχόμενα πλὴν ἐμοῦ.

Οἱ δὲ δαίμονες ἐκεῖνα λέγουσι τοῖς ἀνθρώποις, ἃ βλέπουσι καὶ ἀκούουσιν, ἢ καὶ ἀπὸ συμβόλων τινῶν καταστοχαζόμενοι τὰ πολλὰ τῶν πραγμάτων μηνύουσιν. Ὁδοιπόρων μὲν παρουσίαν σημαίνουσι βλέποντες αὐτοὺς περιπατοῦντας περιπατοῦντας ἐν τῇ ὁδῷ καὶ μελλόντων ἔρχεσθαι προλαμβάνουσι καὶ ἀναγγέλλουσι τὴν τούτων ἄφιξιν. Σκέψεις δὲ ἀνθρώπων κατ’ ἐχθρῶν αὐτῶν καὶ λόγους κατὰ μόνας σκεπτομένων μετά τινων παρακροώμενοι καὶ ἀναγγέλοντες τὰ τοιαῦτα οἷς βούλονται καὶ ὅσα ὅμοια τούτοις, ἐκ τοῦ ὁρᾶν καὶ ἀκούειν μηνύουσι τοῖς ἀνθρώποις. Εὐφορίαν δὲ καρπῶν γῆς καὶ ἀφορίαν καὶ ἀνέμων κινήσεις καὶ ἐπομβρίας καὶ ὑετῶν ἐποχὴν καὶ αὐχμούς καὶ χειμώνων βαρύτητα καὶ ὅσα παραπλήσια τούτοις, ἐκ συσσήμων τινῶν τεκμαιρόμενοι, προλέγουσιν ὥσπερ καὶ οἱ ἄνθρωποι. Καὶ ἐννοίας πάλιν καὶ βουλὰς ἀνθρώπων ὡσαύτως ἐκ συμβόλων τινῶν ὁρῶντες καταλαμβάνονται ἐν τῷ ἀνθρώπῳ, ἢ καὶ ἐκ λόγων τινῶν. Οὐ μόνον δὲ τὰ τοιαῦτα εὐρίσκουσιν εἰπεῖν οἱ ἀκάθαρτοι δαίμονες ἀλλὰ καὶ θανάτους ἀνθρώπων. Ἔστι γὰρ σύσσημά τινα, έντεθέντα ὑπὸ τῆς Προνοίας τῷ ἀνθρωπίνῳ σώματι, μάλιστα ἐν ταῖς ὄψεσιν αὐτοῦ, τὰ προμηνύοντα σαφῶς τὸν θάνατον αὐτοῦ καὶ πρὸ πολλοῦ χρόνου καὶ πρὸ βραχέος, ὡς φασὶν οἱ τὴν ἰατρικὴν ἐπιστήμην λεπτῶς καὶ ἀκριβῶς ἐπανηρημένοι. Ήδη δέ τινες καὶ Σαρρακηνῶν τοὺς πολυπείρους διαβεβαιοῦνται τὴν πρόγνωσιν ταύτην κεκτῆσθαι, οἵτινες ἐν πολέμῳ τὸν μέλλοντα θνήσκειν ἐκ συσσήμου τινὸς ἐναργῶς ἐπιγινώσκουσιν. Ούτως οὖν καὶ οἱ Δαίμονες τοὺς θανάτους τῶν ἀνθρώπων καὶ μᾶλλον ὡς διορατικώτεροι τῶν ὑλικῶν ἰδιωμάτων προαγγέλλουσι. Πνεύματα γὰρ λεπτὰ καὶ ἀσώματα ὑπάρχοντες, διερευνῶσι καὶ ἐπίστανται ὑπὲρ πᾶσὰν ἰατρικὴν ἐπιστήμην ἀνθρώπων τὰς δυνάμεις καὶ ἐνεργείας καὶ τοὺς πλεονασμοὺς καὶ τὰς ἐλλείψεις τῆς ζωτικῆς τοῦ σώματος διὰ τῆς τοῦ αἵματος ὑπάρξεως· κἀκεῖθεν λοιπὸν στοχαστικῶς, ἀλλ᾿ οὐκ ἀκριβῶς τεκμαίρονται τὴν τελευτὴν τοῦ ἀνθρώπου. Τὸ αὐτὸ δὲ ἐστὶν εἰπεῖν καὶ ἐπὶ τῶν μάντεων καὶ ἐπὶ τῶν ἐγγαστριμύθων. Θεωροῦντες γὰρ οἱ δαίμονες τίς ὁ κλέψας καὶ ποῦ τὰ κλαπέντα εἰσί, δύνανται ταῦτα εἰπεῖν· ὥσπερ πολλάκις θεωρήσαντες πολυομβρίαν ἐν τῇ Ἰνδικῇ χώρα γεγενημένην, προλέγουσι τινι ἐν Αἰγύπτῳ μεγάλην ἔσεσθαι τὴν τοῦ Νείλου ἀνάβασιν. Εἰ δὲ τις ἐρωτήσειεν αὐτοὺς τὸν πηχισμὸν καὶ τοὺς δακτύλους τῆς ἀναβάσεως, ἀποροῦσιν εἰπεῖν, καὶ ἐλέγχονται μηδὲν ἐπιστάμενοι. Δοκοῦσι δὲ πάλιν διὰ τῶν πειθομένων αὐτοῖς ψευδοπροφητῶν ἀνθρώπων καὶ σημεῖα ἐξ αὐτῶν καὶ παθῶν σωματικῶν ἰάσεις ἐπιτελούντων, πρὸς ἀπάτην ἐν αυτῶν καὶ ἑτέρων καὶ νεκρῶν ἀνθρώπων ἀνισταμένων καὶ δεικνύειν καὶ προσφθέγγεσθαι τοῖς ζῶσιν ἐν φαντασία. Εἰσδύων γὰρ εἰς τὸ νεκρὸν σῶμα τοῦ ἀνθρώπου ὁ δαίμων καὶ κινῶν αὐτό, δείκνυσι τὸν νεκρὸν διανιστάμενον δῆθεν διὰ τῆς ματαίας εὐχῆς τοῦ πλάνου ἀνθρώπου καὶ ὡς ἐκ προσώπου τοῦ νεκροῦ διαλέγεται ὁ πονηρὸς τῷ ἀπατωμένῳ ὑπ᾿ αὐτοῦ ἀνθρώπῳ, περὶ ὧν τε αὐτὸς βούλεται καὶ περὶ ὧν τε αὐτὸς πάλιν ἐπερωτᾶται παρ᾿ αὐτοῦ, ἀναγγέλλων αὐτῷ τὰ ἐν τῷ κρυπτῷ παρὰ ἀνθρώπων γενόμενα πράγματα καὶ λαληθέντα, ὡς ἐπιστάμενος ἀκριβῶς τῷ παρεῖναι αὐτὸν λεληθότως ἐν αὐτῷ τὰ τοιαῦτα πράττεσθαι παρ᾿ αὐτῶν καὶ ἐπισκοπεῖν καὶ ἀκούειν. ᾿Αλλὰ ῥύσαιτο ἡμᾶς ὁ Θεὸς ἐκ τῆς τοιαύτης πλάνης.