τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου,
Ἐπισκόπου θεουπόλεως Ἀντιοχείας
Οἱ μὲν φασίν, ὅτι Πίστις ὀρθή, καὶ ἔργα εὐσεβῆ. Ὁ δὲ Ἰησοῦς τι οὐκ ἐν τούτοις ὀρίζει ὄντως ἀληθῆ Χριστιανόν· δύναται γάρ τις καὶ πίστιν καὶ ἔργα ἀγαθὰ ἔχειν, ύψηλοφρονεῖν ἐπ᾿ αὐτοῖς, καὶ μὴ εἶναι τέλειος Χριστιανός.
Χριστιανός γάρ ἐστιν ἀληθινὸς οἶκος Χριστοῦ, δι’ ἔργων ἀγαθῶν καὶ δογμάτων εὐσεβῶν συνιστάμενος. Ἡ οὖν ἀληθὴς Πίστις διὰ τῶν ἔργων δοκιμάζεται. Διότι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρὰ ἐστίν, ὡς καὶ ἔργα χωρὶς πίστεως.
Διὸ χρὴ πάσῃ δυνάμει ἀσφαλῶς τηρεῖν ἑαυτοὺς καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων. ἵνα καὶ περὶ ἡμῶν μὴ λεχθῇ· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ὅθεν φησὶν ὁ Κύριος. Εάν τις ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν. Οὐκοῦν διὰ τούτων μανθάνομεν, ὅτι διὰ τῆς ὀρθῆς Πίστεως, καὶ τῶν καλῶν ἔργων οἰκοδομεῖται ὁ οἶκος τῆς ψυχῆς, καὶ οὕτως οἰκεῖ ὁ Θεὸς ἐν ἡμῖν.
Ενοικήσω γὰρ φησὶν ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Καὶ τοῦτο δηλῶν ὁ ᾿Απόστολος ἔλεγεν. Ἡ οὐκ ἐπιγινώσκετε, ὅτι ὁ Χριστὸς οἰκεῖ ἐν ἡμῖν, εἰ μήτι ἄρα ἀδόκιμοι ἐστέ; Οὐκ οἶδε τοίνυν ὁ Διάβολος, πότερον ἔσω ἐστὶν ἐν τῇ διανοία σου ὁ Οἰκοδεσπότης Χριστός, ἢ οὔ;
Ὅταν δὲ εἴδῃ σε ὀργιζόμενον, ἢ κραυγάζοντα, ἢ ὁμνύοντα, ἢ αἰσχρολογοῦντα, ἢ ψέγοντα, ἢ ὀνειδίζοντα, ἢ μεμφόμενον, ἢ λοιδοροῦντα, ἢ κατακρίνοντα, ἢ μισοῦντα, ἢ ἀδικοῦντα τινάς, ἢ ὑπερηφανευόμενον, ἢ ἀλαζονευόμενον, ἢ γελῶντα πολλὰ καὶ μετεωριζόμενον, ἢ μὴ συνεχώς προσευχόμενον, καὶ τοῦ θανάτου μνημονεύοντα, τότε νοεῖ, ὅτι οὐκ ἔστιν ἐν τῇ ψυχῇ σου ὁ φυλάσσων σε, καὶ φροντίζων Θεός.
Καὶ οὕτως λοιπόν, καθάπερ κλέπτης, εἰσελθὼν ὁ πονηρός, ὡς μὴ ὄντος Θείου Λύχνου ἐν τῇ καρδία σου, συλᾶ τόν οἶκον τῆς ψυχῆς σου, καὶ γίνονται τὰ ἔνσχατά σου χείρονα τῶν πρώτων.


