Περὶ αἱρετικῶν Ἐπισκόπων

Published by

on

τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου,

Ἐπισκόπου θεουπόλεως Ἀντιοχείας

Εγνωμεν γὰρ καὶ Ἐπίσκοπον αἱρετικὸν ἐν Κυζίκῳ τῇ πόλει, τῶν λεγομένων Μακεδονιανῶν τῶν Πνευματομάχων, ὅτι δένδρον ἐλαίας ἐκ τοῦ τόπου ἐν ᾧ ἵστατο εἰς ἕτερον τόπον σχήματι εὐχῆς μετήνεκεν, ὡς· σκοτίζον τὴν θυρίδα τοῦ ματαίου εὐκτηρίου αὐτοῦ. Καὶ πάλιν ἐπὶ δανειστοῦ δέ τινος ἀδίκου χήραν γυναῖκα διασείοντος ἕνεκεν χρέους αὐτῆς ἀνδρικοῦ καὶ ἀπαιτοῦντος οὐχ ὅσον ἦν τὸ δάνειον, ἀλλὰ πλεῖον, ἐγνωκὼς τοῦτο ὁ προλεχθεὶς αἱρετικὸς Επίσκοπος, μήπω ταφέντος τοῦ ἀνδρὸς αὐτῆς, ἀλλ᾿ ἔτι προκομιζομένου, κατέσχε τὴν κλίνην, ἐν ᾗ κατέκειτο καὶ παρασκεύασε τον νεκρὸν δῆθεν λαλῆσαι καὶ εἰπεῖν, πόσον ἦν τὸ ὀφειλόμενον χρέος τῷ ἐπιδανειστῇ αὐτοῦ; Τούτου δὲ τοῦ αἰρετικοῦ θανόντος, ἐν τῷ μνήματι αὐτοῦ διάφοροι φαντασίαι καὶ σημεῖα ἀπετελέσθησαν.

Διὰ τοῦτο τοίνυν οὐ δεῖ πάντα σημειοφόρον πιστεύειν καὶ ὡς ἅγιον παραδέχεσθαι, ἀλλὰ δοκιμάζειν, κατὰ τὸν λέγοντα.

Μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστίν, ὅτι πολλοὶ ψευδοπροφήται ἐξεληλύθασιν εἰς τὸν Κόσμον.

Καὶ ὁ ᾿Απόστολος: Οἱ γὰρ τοιοῦτοι φησὶ ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Καὶ γὰρ ὁ ᾿Αντίχριστος ἐρχόμενος κατὰ συγχώρησιν Θεοῦ, ποιήσει, ὑπουργούντων αὐτῷ τῶν δαιμόνων, πάμπολλα σημεῖα καὶ τέρατα ψεύδους, πρὸς ἀπώλειαν μὲν τῶν ἀπίστων, εἰς δοκίμιον δὲ τῶν πιστῶν. Καὶ τί ξένον εἰ τοῦ Διαβόλου συνεργοῦντος αὐτῷ ποιήσει σημεῖα φαντασίας διάφορα; ὁπόταν καὶ ἤδη ἔγνωμεν καὶ ἑτέρους τινὰς μάγους καὶ γόητας ἐργασαμένους τέρατα ποικίλα ἐξ ἐνεργείας δαιμόνων, ἐξ ὧν εἰσὶν Ἰαννῆς καὶ Ἰαμβρῆς οἱ ἐπὶ Μωϋσέως, τὰς ῥάβδους αὐτῶν εἰς ὄφεις καὶ τὰ ὕδατα εἰς αἷμα μεταβαλόντες καὶ βατράχων πλῆθος ἀνενεγκόντες ἐκ τῶν ὑδάτων, ὥστε πληρῶσαι τὴν γῆν Αἰγύπτου. Σίμων δὲ ὁ ἐπὶ τῶν ᾿Αποστόλων μάγος, ὁπόσα εἰργάσατο σημεία φαντασιώδη; ᾿Ανδριάντας γὰρ ἐποίει περι-πατεῖν καὶ εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο καὶ ἐκ λίθων ἄρτους ἐποίει, ὅφις ἐγένετο καὶ εἰς ἕτερα ζῶα μετεμορφοῦτο, διπρόσωπος ἐγένετο, εἰς χρυσόν μετεβάλλετο, θύρας κεκλεισμένας ἤνοιγε, σιδηρᾶ δεσμὰ διέλυσεν, ἐν δείπνοις εἴδωλα παντοδαπῶν εἰδέων παρέστη, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ἐποίει, τῶν φερόντων οὐχ δρωμένων, σκιάς πολλὰς προηγείσθαι αύτῷ παρεσκεύαζεν, ἃς περ ψυχάς τῶν τεθνεώτων εἶναι ἔφασκε, πολλοὺς δὲ γόητα αὐτὸν ἐλέγχειν πειρωμένους διαλλάξας πρὸς αυτόν, ἔπειτα προφάσει εὐωγίας βοῦν θύσας καὶ ἐστιάσας αὐτούς, διαφόροις νόσοις καὶ δαίμοσιν ὑπέβαλε· ζητούμενος ποτὲ ὑπὸ τοῦ Καίσαρος καὶ φοβηθεὶς ἀπέδρα τὴν ἑαυτοῦ μορφὴν ἑτέρῳ περιθείς. Ωσαύτως δὲ καὶ ὁ Ἰουλιανὸς καὶ ὁ ᾿Απολλώνιος καὶ ὁ ᾿Απολέῖος, οἱ μάγοι ἐπὶ Δομετιανοῦ τοῦ βασιλέως διαφόρους φαντασίας εἰργάσαντο, ὧν ἐργασία τοιαύτη φέρεται ἐν ἀρχαιοτέρων ἀνδρῶν διηγήμασι. Λοιμικής ποτὲ νόσου καταλαβούσης τὴν Ῥώμην καὶ πάντων σποράδην ἀπολλυμένων, προετρέποντο οἱ μάγοι οὗτοι ὑπὸ τοῦ βασιλέως καὶ τῶν μεγιστάνων αὐτοῦ βοηθῆσαι τῇ πόλει ἀπολλυμένῃ. Καὶ φησὶν ὁ ᾿Απολέῖος· ἐγὼ την ἐν τῷ τρίτῳ μερει της πόλεως ἐνδημήσασὰν λοιμικὴν φθορὰν καταπαύω ἐντὸς ἱὲ ἡμερῶν. Εἶτα καὶ ὁ ᾿Απολλώνιος· καὶ ἐγὼ τὴν ἐν τῷ ἄλλῳ τρίτῳ μέρει ἐντὸς δὲκα ἡμερῶν φησὶ καταπαύω. ᾿Αποκριθεὶς καὶ ὁ ἀκροθίνιος παρ᾿ αὐτοὺς καὶ πλεῖον ἐγγίζων τῷ διαβόλῳ διὰ τῆς ματαιότητος Ἰουλιανός, ἔφη· Ἐντὸς ιὲ ἡμερῶν πᾶσα ἡ πόλις ἀπόλλυται, μὴ περιμένουσα τὴν ἐξ ὑμῶν βοήθειαν· ἐμοὶ τοίνυν τὸ ἐπιβάλλον τρίτον ἕτερον μέρος τῆς πόλεως ἐντεῦθεν ἤδη παυέσθω τῆς λοιμικῆς φθορᾶς, καὶ δὴ ἐπαύθη. Ὡς οὖν λοιπὸν παρακληθῆναι, αὐτὸν ὑπὸ τοῦ βασιλέως καὶ τῶν δύο ἄλλων μερῶν καταπαῦσαι τὸ τάχος τὴν νόσον. ᾿Απολλωνίους δὲ μέχρι τοῦ νῦν ἔντισι τόποις ἐνεργοῦσι τὰ τελέσματα ἱστάμενα· τὰ μὲν εἰς ἀποτροπὴν ζώων τετραπόδων καὶ πετεινῶν, βλάπτειν δυναμένων ἀνθρώπους· τὰ δὲ εἰς ἐποχὴν ρευμάτων ποταμίων ἀτάκτως φερομένων· ἄλλα δέτινα εἰς ἕτερά τινα ἐπὶ φθορᾷ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. Οὐ μόνον δὲ ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα εἰργάσαντο δι’ αὐτοῦ οἱ δαίμονες, αλλά καὶ μετὰ θάνατον αὐτοῦ παραμένοντες τῷ μνήματι αὐτοῦ, σημεῖα τινὰ ἀπετέλεσαν ἐξ ὀνόματος αὐτοῦ, πρὸς ἀπάτην τῶν ραδίως ὑποκλεπτομένων ἀνθρώπων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ Διαβόλου. Τι ἄντις εἶποι περὶ τῶν κατὰ Μανέθωνα μαγικῶν ἔργων ; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ, ὅτι ἀεὶ ἔσκοπτε τὸν Τυανέα ᾿Απολλώνιον, ὡς μὴ ἀκριβῆ τὴν κατ᾿ αὐτοὺς ἔντεχνον ἐμπειρίαν ἐσχηκότα. Ἔδει γὰρ αὐτὸν φησί, καθάπερ ἐγώ, λόγῳ μόνῳ ποιεῖν ἅπερ ἐβούλετο καὶ μὴ τελέσμασί τισιν ἐπιτρέπειν τὰ παρ᾿ αὐτοῦ πραττόμενα.