
11. Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
15 καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα ἀποκτανθῶσι.
16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 ῟Ωδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς’.
«Ενταῦθα ὐπογράφει ὀ Εὐαγγελιστής τον ἐλεύσεσθαι προσδοκώμενον ἀντίχριστον, περί οὗ τινές μέν ὑπειλήφασιν εἶναι διάβολον ἀνθρωπίνῃ ἰδέᾳ μεμορφωμένον‧ ἀλλ οὐχ οὓτως ἒχει‧ διό ὁ Εὐαγγελιστής ταύτην την ὑπόνοιαν ἀνασκευάζει ἐν τᾧ λέγειν‧ το θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, ὑπεμφαίνων, ὃτι το θηρίον τοῦτο την γέννησιν και την ἀνατροφήν ἐν τῇ γῇ ἒσχηκεν, ὡς και οἱ λοιποί τῶν ἀνθρώπων. Θηρίον δε καλεῖται διά το ἂγριον, θηρευτικόν ὀρμητικόν τε και σπαρακτικόν αὑτοῦ. Κέρατα δε δύο, τα ὃμοια τᾧ ἀρνίῳ, εἰσίν ἡ πρᾳότης και ταπείνωσις , ἂς ὁ ἀντίχριστος προσποιήσεται ἐν τῇ ἀρχῇ ταῆς αὑτοῦ ἐμφανείας, ἳνα πλανήσῃ διά ταῶν τοιούτων τους ἀνθρώπους, ὃτι οὗτος ἐστι το ἀρνίον το ἂκακον ὁ Χριστός, ὁ διά πρᾳότητος και ταπεινώσεως κερατίσας και καταπαλαίσας τον κόσμον και τον κοσμοκράτορα. Διό ἀσφαλιζόμενος ἡμᾶς ὁ Κύριος ἒλεγε ‧ «Βλέπετε μη πλανηθῆτε‧ πολλοί γάρ ἐλεύσονται ἐπί τῷ ὀνὀματι μου , λέγοντες, ὃτι ἐγώ εἰμί ὁ Χριστός , και ὁ καιρός ἢγγικε , μη οὖν πορευθῆτε ὀπίσω αὐτῶν». Και ταῦτα μέν καθ’ὑπόκρισιν ἐπιδείξεται‧ τα δε λόγια αὐτοῦ ῥήματα ἒσονται δράκοντος , ἢτοι βλασφημίαι κατά τοῦ Θεοῦ , αἷς κέχρηνται ὁ διάβολος. Το δε θηρίον τυραννήσει και καταδυναστεύσει τους εὐσεβεῖς, ὡς και οἱ πρό αὐτοῦ τύραννοι, και πλανήσει πολλούς οὐ τῶν θεοφρόνων, ἀλλά τῶν εύσεβεῖν μεν δοκούντων, κατοικεῖν δε ἐν τῇ γῇ λεγομένων, τουτέστι τῶν προστετηκότων τοῖς γηΐνοις‧ τους τοιούτους ἐπισπάσεται εἰς ἀσέβειαν, ὃν τρόπον και ο»πρό αὐτοῦ τύραννοι πολλοῦς ἀπό ἀπό τῆς εὐσεβείας ὑπεσκέλισαν, πείσαντες αὐτούς προσκυνεῖν τῷ διαβόλῳ. Και ὣσπερ οἱ ἂγγελοι χαίρουσιν ἐπί τῇ μετανοίᾳ ἐνός ἁμαρτωλοῦ, τοσοῦτον και ὁ διάβολος ἐπιτέρπεται τῇ ἐκτπώσει ἑνός εὐσεβοῦς, και θεραπεύεται ἡ πληγή αὑτοῦ, ἣν ἐπλήγη πρότερον ἰδών αὐτόν θεοσεβοῦντα. Την δε ἀπάτην τοῖς εὐσεβέσι προσοίσει τότε ὁ ἀντίχριστος δια σημείων και τεράτων, γοητείαις και μαγείαις τετεχνουργημέναις, και τῇ δυνάμει τοῦ διαβόλου ἐῤῥᾳδιουργημέναις. Το δε χάραγμα το ἐπί τῆς δεξιᾶς χειρός αὐτῶν, ἢ ἐπί τῶν μετώπων διδόμενον, ὃ τε ἀριθμός τοῦ ὀνόματος τοῦ θηρίου ὁ ἑξακόσια ἑξήκοντα ἓξ, τῷ μέν Εὐαγγελιστῇ σεσίγηται, ἲσως διά το μή λυσιτελεῖν τους ἀκούοντας την ἐκείνων γνῶσιν, εἰ δε τισι τῶν διδασκάλων ἡρμήνευται, παρ’ἐκείνων την ἐρμηνείαν ζητησάτωσαν οἱ φιλοπράγμονες.

