«καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν» (Λουκά 1,28).
«καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου» (Λουκά 1,42).
«Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί» (Λουκά 1,48).
«Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὖς ἐθήλασας» (Λουκά 11,27).
«ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο» (Ἡ καιομένη Βάτος, Ἐξόδου 3,2).
«διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ» (Ἠσαία 7,14).
«καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευὶ καὶ ἐξήνεγκε βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησε κάρυα» (Ἀριθ. 17,23).
Ἑξαιρέτως τῆς Παναγίας,ἀχράντου,ὑπερευλογημένης,ἐνδόξου Δεσποίνης ἠμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας


