Ο Τίμιος Σταυρός

Published by

on

ΤΙΜΙΟΣ ΣΤΑΥΡΟΣ

«ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ» (Ἒξόδ. 14,21).

«καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι’ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς» (Κολ.1,20).

«πολλοὶ γὰρ περιπατοῦσιν, -οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ» (Φιλιππ. 3,18).

«καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ» (Φιλιππ. 2, 8).

«καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ» (Ἐφ. 2,16).

«…ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον…» ( Ά Κορινθ. 1, 22)

«τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ» (Ματθ. 27,26).

«ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι» (Ματθ. 27,31).

«Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν…» (Λουκ. 23,33).

«τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ» (Ἰωαν. 19,16).

«ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος…» (Ἱωαν. 19,41).

Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξύλον,ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος,στήριγμα ὀρθοδόξων,πάντας τους σε τιμῶντας σταυρέ διάσωσον.

Αλαλα τα χείλη τῶν ἀσεβών, τῶν μη προσκυνούντων τον ΣΤΑΥΡΟΝ τον Ζωοποιόν, τον ἁγιασθέντα Αἳματι τῷ πανσέπτῳ, ΧΡΙΣΤΟΥ τοῦ Ζωοδότου ὃν μεγαλύνομεν.